Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.143 Dem. 21.147 (English) >>Dem. 21.149

21.145οὐ μόνον δὲ ταῦθʼ ὑπῆρχεν αὐτῷ, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα δὶς μὲν ἐν Σάμῳ, τρίτον δʼ ἐν αὐτῇ τῇ πόλει, τῷ σώματι τὴν εὔνοιαν, οὐ χρήμασιν οὐδὲ λόγοις ἐνεδείξατο τῇ πατρίδι. ἔτι δʼ ἵππων Ὀλυμπίασιν ἀγῶνες ὑπῆρχον αὐτῷ καὶ νῖκαι καὶ στέφανοι, καὶ στρατηγὸς ἄριστος, καὶ λέγειν ἐδόκει πάντων, ὥς φασιν, εἶναι δεινότατος. 21.146ἀλλʼ ὅμως οἱ κατʼ ἐκεῖνον ὑμέτεροι πρόγονοι οὐδενὸς τούτων αὐτῷ συνεχώρησαν ὑβρίζειν αὑτούς, ἀλλὰ ποιήσαντες φυγάδʼ ἐξέβαλον· καὶ Λακεδαιμονίων ὄντων ἰσχυρῶν τότε, καὶ Δεκέλειαν ἑαυτοῖς ἐπιτειχισθῆναι καὶ τὰς ναῦς ἁλῶναι καὶ πάνθʼ ὑπέμειναν, ὁτιοῦν ἄκοντες παθεῖν κάλλιον εἶναι νομίζοντες ἑκόντες ὑβρίζεσθαι συγχωρῆσαι. 21.147καίτοι τί τοσοῦτον ἐκεῖνος ὕβρισεν, ἡλίκον οὗτος νῦν ἐξελήλεγκται; Ταυρέαν ἐπάταξε χορηγοῦντʼ ἐπὶ κόρρης. ἔστω ταῦτα, ἀλλὰ χορηγῶν γε χορηγοῦντα τοῦτʼ ἐποίησεν, οὔπω τόνδε τὸν νόμον παραβαίνων· οὐ γὰρ ἔκειτό πω. εἷρξεν Ἀγάθαρχον τὸν γραφέα· καὶ γὰρ ταῦτα λέγουσιν. λαβὼν γέ τι πλημμελοῦνθʼ ὥς φασιν· ὅπερ οὐδʼ ὀνειδίζειν ἄξιον. τοὺς Ἑρμᾶς περιέκοπτεν. ἅπαντα μέν, οἶμαι, τἀσεβήματα τῆς αὐτῆς ὀργῆς δίκαιον ἀξιοῦν· τὸ δʼ ὅλως ἀφανίζειν ἱερὰ ἔσθʼ τι τοῦ κόπτειν τοὺς Ἑρμᾶς διαφέρει· οὐκοῦν οὗτος ἐξελήλεγκται τοῦτο ποιῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.143 Dem. 21.147 (English) >>Dem. 21.149

Powered by PhiloLogic